Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.144.2 | Hdt. 7.145.2 (English) | >>Hdt. 7.147.1 |
7.145.1
τὰ μὲν δὴ χρηστήρια ταῦτα τοῖσι Ἀθηναίοισι ἐγεγόνεε . συλλεγομένων δὲ ἐς τὠυτὸ τῶν περὶ τὴν Ἑλλάδα Ἑλλήνων τῶν τὰ ἀμείνω φρονεόντων καὶ διδόντων σφίσι λόγον καὶ πίστιν , ἐνθαῦτα ἐδόκεε βουλευομένοισι αὐτοῖσι πρῶτον μὲν χρημάτων πάντων καταλλάσσεσθαι τάς τε ἔχθρας καὶ τοὺς κατʼ ἀλλήλους ἐόντας πολέμους · ἦσαν δὲ πρός τινας καὶ ἄλλους ἐγκεκρημένοι , noteὁ δὲ ὦν μέγιστος Ἀθηναίοισί τε καὶ Αἰγινήτῃσι .
7.145.2 μετὰ δὲ πυνθανόμενοι Ξέρξην σὺν τῷ στρατῷ εἶναι ἐν Σάρδισι , ἐβουλεύσαντο κατασκόπους πέμπειν ἐς τὴν Ἀσίην τῶν βασιλέος πρηγμάτων , ἐς Ἄρος τε ἀγγέλους ὁμαιχμίην συνθησομένους πρὸς τὸν Πέρσην , καὶ ἐς Σικελίην ἄλλους πέμπειν παρὰ Γέλωνα τὸν Δεινομένεος ἔς τε Κέρκυραν κελεύσοντας βοηθέειν τῇ Ἑλλάδι καὶ ἐς Κρήτην ἄλλους , φρονήσαντες εἴ κως ἕν τε γένοιτο τὸ Ἑλληνικὸν καὶ εἰ συγκύψαντες τὠυτὸ πρήσσοιεν πάντες , ὡς δεινῶν ἐπιόντων ὁμοίως πᾶσι Ἕλλησι . τὰ δὲ Γέλωνος πρήγματα μεγάλα ἐλέγετο εἶναι , οὐδαμῶν Ἑλληνικῶν τῶν οὐ πολλὸν μέζω .
ch. 146
7.146.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.144.2 | Hdt. 7.145.2 (English) | >>Hdt. 7.147.1 |